“ αἴτιος ἐγένετο τοῖς περὶ Κλέαρχον τῆς ἀπωλείας τῆς ὑπὸ Τισσαφέρνου γενομένης, καὶ οἷός τις ἦν τὸν τρόπον, ὡς χαλεπός, ὡς ἀσελγής, [p. 266] διηγησάμενος φαίνεται. ὁ δὲ καλὸς Πλάτων μονονουχὶ εἰπών ' οὐκ ἔστ᾽ ἔτυμος λόγος οὗτος ' ἐγκώμια αὐτοῦ διεξέρχεται, ὁ τοὺς ἄλλους ἁπαξαπλῶς κακολογήσας, ἐν μὲν τῇ Πολιτείᾳ Ὅμηρον ἐκβάλλων καὶ τὴν μιμητικὴν ποίησιν, αὐτὸς δὲ τοὺς διαλόγους μιμητικῶς γράψας, ὧν τῆς ἰδέας οὐδ᾽ αὐτὸς εὑρετής ἐστιν. πρὸ γὰρ αὐτοῦ τοῦθ᾽ εὗρε τὸ εἶδος τῶν λόγων ὁ Τήιος Ἀλεξαμενός,4 ὡς “ Νικίας ὁ Νικαεὺς ἱστορεῖ καὶ Σωτίων. Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ Ποιητῶν οὕτως γράφει οὐκοῦν οὐδὲ ἐμμέτρους ὄντας τοὺς καλουμένους Σώφρονος μίμους μὴ φῶμεν εἶναι λόγους, ἢ μὴ μιμήσεις τοὺς Ἀλεξαμενοῦ τοῦ Τηίου τοὺς πρώτους γραφέντας τῶν Σωκρατικῶν λόγους ἄντικρυς φάσκων ὁ πολυμαθέστατος Ἀριστοτέλης πρὸ Πλάτωνος διαλόγους γεγραφέναι τὸν Ἀλεξαμενόν. διαβάλλει δὲ ὁ Πλάτων καὶ Θρασύμαχον τὸν [p. 268] Χαλκηδόνιον σοφιστὴν ὅμοιον εἶναι λέγων τῷ
https://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A2008.01.0405%3Acasaubonpage%3D505b
No comments:
Post a Comment